Υπενθυμίζουμε:

1. Αγρυπνίες 11 και 14 Αυγούστου 2017
Για λεπτομέρειες, πατήστε εδώ.

2. Ο Επιτάφιος και τα Εγκώμια της Θεοτόκου, 13 Αυγούστου 2017
Ο Επιτάφιος και τα εγκώμια της Παναγίας, είναι μία πολύ ωραία ακολουθία η οποία συνηθίζεται να ψάλλεται το δεκαπενταύγουστο την 13η του μηνός προεόρτια της Κοιμήσεως της Θεοτόκου η οποία «μεταβαίνει από της γης εις τα άνω». Μετά το πέρας του Εσπερινού, είθισται να περιφέρεται ο Επιτάφιος της Παναγίας. Όπως ακριβώς με τον Επιτάφιο της Μεγάλης Παρασκευής, ψάλλονται προς τιμή της Παναγίας τα Εγκώμια και τα Ευλογητάρια.
ΣΤΑΣΙΣ Α’ Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.
ΣΤΑΣΙΣ Β’ Ἄξιόν ἐστι, μεγαλύνειν σὲ τὴν Θεοδόχον, τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα,
καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.
ΣΤΑΣΙΣ Γ’ Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.
ΕΥΛΟΓΗΤΑΡΙΑ Εὐλογητή εἶ Δέσποινα, σκέπε, φρούρει τούς εἰς σέ ὑμνολογούντας.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθεῖσαν, τῆν Σωτῆρα τῶν βροτῶν,
Μαριάμ τετοκυῖαν, τόν σύν ἑαυτῷ τόν Ἀδάμ ἐγείραντα, καί ἐξ’ Ἄδου πάντας ἐλευθερώσαντα.

3. Θέματα νηστείας
Στις 16, 18 του Αυγούστου έχουμε κατάλυση οίνου και ελαίου.

4. Αγιογραφίες Εξωκκλησίου Αγίων Θεοπατόρων Ιωακείμ και Άννης και Ιωσήφ του Μνήστωρος
Όσοι επιθυμούν να ενισχύσουν οικονομικά στην αγιογράφηση του εξωκκλησιού μπορούν να αποταθούν στον ταμία της εκκλησίας μας Μάριο τηλ. 23721465

5. Κατά το μήνα Αύγουστο ο Εσπερινός αρχίζει στις 6:30μ.μ. ο Όρθρος τις Κυριακές στις 6:30-9:45π.μ. και τις καθημερινές 6:30-8:30π.μ.

Πέμπτη, 2 Μαρτίου 2017

Προσευχή των συζύγων και της οικογενείας


Κύριε, Ἰησοῦ Χριστέ, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ τῇ σῇ ἀναβάσει ἐπὶ τὸν Γολγοθᾶν ἐξαγοράσας ἡμᾶς ἐκ τῆς κατάρας τοῦ Νόμου καὶ ἀποκαταστήσας τὴν
πεπτωκυῖαν εἰκόνα σου, ὁ ἐκτείνας ἐπὶ τοῦ Σταυροῦ τὰς ἀχράντους χεῖράς Σου, ἵνα τὰ ἐσκορπισμένα τέκνα τοῦ Θεοῦ ἐπισυναγάγῃς εἰς ἕν, καὶ καλέσας τῇ ἐπιφοιτήσει τοῦ
Παναγίου Πνεύματος εἰς ἑνότητα πάντας, Σύ, ὁ Ὤν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πρὸ τῆς ἐξόδου Σου ἐπὶ τὴν μεγάλην ταύτην καὶ κοσμοσωτήριον ἱερουργίαν ἐδεήθης τοῦ Πατρός Σου,
ἵνα πάντες ἓν ὦμεν, καθὼς Σὺ εἶ μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τοῦ Ἁγίου.

Παράσχου τοίνυν ἡμῖν χάριν και σοφίαν τοῦ ἐκπληροῦν τὴν ἐντολὴν ταύτην καθ᾿ ἑκάστην, καὶ ἐνίσχυσον ἡμᾶς εἰς τὸν ἀγῶνα τῆς ἀγάπης, ἣν Σὺ ἐνετείλω ἡμῖν εἰπών· Ἀγαπᾶτε
ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς.

Δώρησαι ἡμῖν διὰ τοῦ Ἁγίου Σου Πνεύματος τὴν δύναμιν τοῦ ταπεινοῦν ἑαυτοὺς ὁ εἷς ἐνώπιον τοῦ ἑτέρου, ἐν τῷ κατανοεῖν ὅτι, ἐάν τις πλεῖον ἀγαπᾷ, πλεῖον καὶ ταπεινοῦται.

Δίδαξον ἡμᾶς εὔχεσθαι ὁ εἷς ὑπὲρ τοῦ ἄλλου, ἀλλήλων τὰ βάρη βαστάζειν ἐν ὑπομονῇ καὶ ἕνωσον ἡμᾶς τῷ συνδέσμῳ τῆς ἀκαταλύτου ἀγάπης ἐν τῷ Ὀνόματί Σου τῷ Ἁγίῳ,
χαριζόμενος ἡμῖν ὡσαύτως τοῦ ὁρᾶν ἐν ἑκάστῳ ἀδελφῷ καὶ ἑκάστῃ ἀδελφῇ ἡμῶν τὴν εἰκόνα τῆς ἀῤῥήτου δόξης Σου καὶ μὴ ἐπιλανθάνεσθαι ὅτι «ὁ ἀδελφὸς ἡμῶν ἡ ζωὴ ἡμῶν ἐστι».

Ναί, Κύριε, ὁ τῇ Σῇ εὐδοκίᾳ ἐπισυναγαγὼν ἡμᾶς ἐπὶ τὸ αὐτό, ποίησον ἡμᾶς γενέσθαι ἐν ἀληθείᾳ μίαν οἰκογένειαν, ζῶσαν ἐν μιᾷ καρδίᾳ, μιᾷ θελήσει, μιᾷ ἀγάπῃ, ὡς εἷς ἄνθρωπος,
κατὰ τὴν περὶ τοῦ προπάτορος Ἀδὰμ προαιώνιον βουλήν Σου. Ἐπισκίασον τὸν οἶκον ἡμῶν τῷ τοῦ φόβου Σου πνεύματι καὶ σκέπασον αὐτὸν τῇ σκέπῃ τῆς Παναχράντου Σου Μητρός, (τῶν
ἁγίων ὧν φέρομεν τὰ ὀνόματα καὶ ὧν εὐλαβούμεθα) καὶ πάντων τῶν Ἁγίων Σου, εὐλογῶν καὶ ὑπερασπιζόμενος ἕνα ἕκαστον τῶν ἐνθάδε διαμενόντων (μνημονεύομεν τὰ ὀνόματα τῶν
μελῶν τῆς οἰκογενείας), διαφυλάττων ἡμᾶς ἐκ φθοροποιῶν λογισμῶν, ἀναρμόστων λόγων ἢ κινήσεων καρδίας, ἐπιβλαπτόντων τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν, ὅπως οἰκοδομηθῇ ὁ οἶκος
οὗτος ἐπὶ τὴν πέτραν τῶν εὐαγγελικῶν Σου ἐντολῶν, εἰς τόπον προσευχῆς, ἁγιασμοῦ καὶ σωτηρίας δι᾿ ἡμᾶς αὐτοὺς καὶ διὰ πάντας τοὺς ἐπισκεπτομένους ἡμᾶς, τοὺς κοπιῶντας
καὶ πεφορτισμένους ἀδελφοὺς καὶ ἀδελφὰς ἡμῶν, ἵνα πάντες εὕρωμεν ἀνάπαυσιν ἐν Σοί, τῷ πράῳ καὶ ταπεινῷ Βασιλεῖ ἡμῶν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Γέροντας Σωφρόνιος

Αναδημοσίευση από: Χριστιανός

Δεν υπάρχουν σχόλια: