Τα νέα του Ιερού Ναού μας για τον Απρίλιο

1. Κατά το μήνα Απρίλιο ο Εσπερινός και το Μέγα Απόδειπνο αρχίζουν στις 6:00μ.μ. Ο Όρθρος τις Κυριακές στις 6:30-9:35π.μ.

Παρασκευή 23 Σεπτεμβρίου 2022

23/09: Άγιος Ιωάννης Πρόδρομος και Βαπτιστής (Σύλληψη)

 

Ἀνδρὶ Προφήτῃ χρησμὸς ἐξ Ἀρχαγγέλου,
Τεκεῖν προφήτην, καὶ Προφήτου τι πλέον.
Εἰκάδῃ τῇ τριτάτῃ γαστὴρ λαβὲ Πρόδρομον εἴσω.

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἡ πρώην οὐ τίκτουσα, στεῖρα εὐφράνθητι, ἰδοὺ γὰρ συνέλαβες, Ἡλίου λύχνον σαφῶς, φωτίζειν τὸν μέλλοντα, πᾶσαν τὴν οἰκουμένην, ἀβλεψίαν νοσοῦσαν, χόρευε Ζαχαρία, ἐκβοῶν παρῥησίᾳ· Προφήτης τοῦ Ὑψίστου ἐστίν, ὁ μέλλων τίκτεσθαι.

Κοντάκιον
Ἦχος α’. Χορὸς Ἀγγελικὸς
Εὐφραίνεται λαμπρῶς, Ζαχαρίας ὁ μέγας καὶ ἡ πανευκλεής, Ἐλισάβετ ἡ σύζυξ, ἀξίως συλλαμβάνουσα, Ἰωάννην τὸν Πρόδρομον, ὃν Ἀρχάγγελος εὐηγγελίσατο χαίρων, καὶ οἱ ἄνθρωποι, ἀξιοχρέως τιμῶμεν, ὡς μύστην τῆς χάριτος.

Ὁ Οἶκος
Τὸ ἱερὸν Εὐαγγέλιον ἀναπτύξωμεν, ὁ Λουκᾶς ἡμῖν ἔγραψεν ὁ Ἱερὸς καὶ θαυμάσιος, καὶ τὴν τοῦ Προδρόμου θεασώμεθα σύλληψιν, τὴν φαιδρὰν καὶ ἐπίσημον· φησὶ γάρ, ὡς εἰσῆλθεν ὁ πρεσβύτης καὶ δίκαιος Ζαχαρίας, εἰς τὰ Ἅγια τῶν Ἁγίων τοῦ θυμιᾶσαι, τῷ τῆς ἐφημερίας καιρῷ, ἐπέστη αὐτῷ Γαβριήλ, εὐαγγελιζόμενος καὶ λέγων· Ἕξεις Ἱεράρχα υἱὸν ἐν τῷ γήρᾳ, Προφήτην τε καὶ Πρόδρομον, φωνήν τε καὶ κήρυκα, καὶ λύχνον ἀείφωτον, τὸν μύστην τῆς χάριτος.

Κάθισμα
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἐλισάβετ στειρώσεως ἠλευθέρωται, ἡ Παρθένος δὲ πάλιν Παρθένος ἔμεινεν, ὅτε φωνῇ τοῦ Γαβριήλ, γαστρὶ συνέλαβεν, ἀλλ' ἐν νηδύϊ προσκιρτᾷ τὸν ἐν γαστρὶ παρθενικῇ, Θεὸν προγνοὺς καὶ Δεσπότην, ὁ Πρόδρομος Ἰωάννης, εἰς σωτηρίαν ἡμῶν σαρκούμενον.

Έτερον Κάθισμα
Ἦχος δ’. Κατεπλάγη Ἰωσὴφ.
Θυμιῶντι ἐν ναῷ, τῷ Ζαχαρίᾳ Ἱερεῖ, Γαβριὴλ ἐξ οὐρανοῦ, ἐπέστη λέγων πρὸς αὐτον· Ὅτι ἐν γήρᾳ σου ἕξεις καρπὸν εὐκλεῆ. Καὶ στείρωσις ἡ πρίν, τῆς Ἐλισάβετ νυνί, λυθήσεται εὐθύς, καὶ ἀκαρπία γονῆς, καὶ συλλαβοῦσα τέξεται τὸν κήρυκα, τοῦ Ἰησοῦ τε καὶ Πρόδρομον. Αὐτῶν πρεσβείαις, Σωτὴρ τοῦ κόσμου, σῶσον τάς ψυχὰς ἡμῶν.

Πηγή: Ορθόδοξος Συναξαριστής

Δεν υπάρχουν σχόλια: